Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 57.15 | Dem. 57.19 (English) | >>Dem. 57.23 |
57.17νῦν δὲ τί δίκαιον νομίζω καὶ τί παρεσκεύασμαι ποιεῖν , ἄνδρες δικασταί ; δεῖξαι πρὸς ὑμᾶς ἐμαυτὸν Ἀθηναῖον ὄντα καὶ τὰ πρὸς πατρὸς καὶ τὰ πρὸς μητρός , καὶ μάρτυρας τούτων , οὓς ὑμεῖς ἀληθεῖς φήσετʼ εἶναι , παρασχέσθαι , τὰς δὲ λοιδορίας καὶ τὰς αἰτίας ἀνελεῖν · ὑμᾶς δʼ ἀκούσαντας τούτων , ἐὰν μὲν ὑμῖν πολίτης ὢν κατεστασιάσθαι δοκῶ , σῴζειν , εἰ δὲ μή , πράττειν ὁποῖον ἄν τι ὑμῖν εὐσεβὲς εἶναι δοκῇ . ἄρξομαι δʼ ἐντεῦθεν .
διαβεβλήκασι γάρ μου τὸν πατέρα , ὡς ἐξένιζεν · καὶ ὅτι μὲν ἁλοὺς ὑπὸ τῶν πολεμίων ὑπὸ τὸν Δεκελεικὸν πόλεμον καὶ πραθεὶς εἰς Λευκάδα , Κλεάνδρῳ περιτυχὼν τῷ ὑποκριτῇ πρὸς τοὺς οἰκείους ἐσώθη δεῦρο πολλοστῷ χρόνῳ , παραλελοίπασιν , ὥσπερ δὲ δέον ἡμᾶς διʼ ἐκείνας τὰς ἀτυχίας ἀπολέσθαι , τὸ ξενίζειν αὐτοῦ κατηγορήκασιν .
57.19ἐγὼ δʼ ἐξ αὐτῶν τούτων μάλιστʼ οἶμαι ὑμῖν ἐμαυτὸν Ἀθηναῖον ὄντʼ ἐπιδείξειν . καὶ πρῶτον μὲν ὡς ἑάλω καὶ ἐσώθη , μάρτυρας ὑμῖν παρέξομαι , ἔπειθʼ ὅτι ἀφικόμενος τῆς οὐσίας παρὰ τῶν θείων τὸ μέρος μετέλαβεν , εἶθʼ ὅτι οὔτʼ ἐν τοῖς δημόταις οὔτʼ ἐν τοῖς φράτερσιν οὔτʼ ἄλλοθι οὐδαμοῦ τὸν ξενίζοντʼ οὐδεὶς πώποτʼ ᾐτιάσαθʼ ὡς εἴη ξένος . καί μοι λαβὲ τὰς μαρτυρίας .περὶ μὲν τῆς ἁλώσεως καὶ τῆς σωτηρίας , ἣν συνέβη γενέσθαι τῷ πατρὶ δεῦρο , ἀκηκόατε . ὡς δʼ ὑμέτερος ἦν πολίτης , ὦ ἄνδρες δικασταί (τὸ γὰρ ὂν καὶ ἀληθὲς οὕτως ὑπάρχει ), μάρτυρας καλῶ τοὺς ζῶντας ὑμῖν τῶν συγγενῶν τῶν πρὸς πατρός . κάλει δή μοι πρῶτον μὲν Θουκριτίδην καὶ Χαρισιάδην · ὁ γὰρ τούτων πατὴρ Χαρίσιος ἀδελφὸς ἦν τοῦ πάππου τοῦ ἐμοῦ Θουκριτίδου καὶ Λυσαρέτης τῆς ἐμῆς τήθης (ἀδελφὴν γὰρ ὁ πάππος οὑμὸς ἔγημεν οὐχ ὁμομητρίαν ), θεῖος δὲ τοῦ πατρὸς τοῦ ἐμοῦ ·
57.18
Μαρτυρίαι
57.20
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 57.15 | Dem. 57.19 (English) | >>Dem. 57.23 |